Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.155 Joseph. AJ 2.160 (English) >>Joseph. AJ 2.165

2.158εἴτʼ οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων.” 2.159Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους. 2.160

δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις αὑτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον αὑτὸν τοῖς ἀδελφοῖς καί φησι· 2.161τῆς μὲν ἀρετῆς ὑμᾶς καὶ τῆς εὐνοίας τῆς περὶ τὸν ἀδελφὸν ἡμῶν ἐπαινῶ καὶ κρείττονας προσεδόκων ἐκ τῶν περὶ ἐμὲ βεβουλευμένων εὑρίσκω ταῦτα πάντα ποιήσας ἐπὶ πείρᾳ τῆς ὑμετέρας φιλαδελφίας· φύσει δὲ οὐδὲ περὶ ἐμὲ νομίζω πονηροὺς γεγονέναι, θεοῦ δὲ βουλήσει τήν τε νῦν πραγματευομένου τῶν ἀγαθῶν ἀπόλαυσιν καὶ τὴν ἐς ὕστερον, ἂν εὐμενὴς ἡμῖν παραμείνῃ. 2.162πατρός τε οὖν σωτηρίαν ἐγνωκὼς οὐδʼ ἐλπισθεῖσαν καὶ τοιούτους ὑμᾶς ὁρῶν περὶ τὸν ἀδελφὸν οὐδʼ ὧν εἰς ἐμὲ δοκεῖτε ἁμαρτεῖν ἔτι μνημονεύω, παύσομαι δὲ τῆς ἐπʼ αὐτοῖς μισοπονηρίας καὶ ὡς συναιτίοις τῶν τῷ θεῷ βεβουλευμένων εἰς τὰ παρόντα χάριν ἔχειν ὁμολογῶ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.155 Joseph. AJ 2.160 (English) >>Joseph. AJ 2.165

Powered by PhiloLogic